King James Bible Adam Clarke Bible Commentary Martin Luther's Writings Wesley's Sermons and Commentary Neurosemantics Audio / Video Bible Evolution Cruncher Creation Science Vincent New Testament Word Studies KJV Audio Bible Family videogames Christian author Godrules.NET Main Page Add to Favorites Godrules.NET Main Page




Bad Advertisement?

GodRules Store:

  • Bargains
  • New Releases
  • Best Sellers
  • Your Own Online Business

    News/Reviews:

  • World News
  • Movie Reviews
  • Book Search

    Are you a Christian?




  • GREEK AND HEBREW BIBLE - COLOSSIANS 4
    PREVIOUS CHAPTER - NEXT CHAPTER - HELP - FACEBOOK - GR FORUMS - GODRULES ON YOUTUBE    


    4:1 οι κυριοι το δικαιον και την ισοτητα τοις δουλοις παρεχεσθε ειδοτες οτι και υμεις εχετε κυριον εν ουρανοις

    4:2 τη προσευχη προσκαρτερειτε γρηγορουντες εν αυτη εν ευχαριστια

    4:3 προσευχομενοι αμα και περι ημων ινα ο θεος ανοιξη ημιν θυραν του λογου λαλησαι το μυστηριον του χριστου δι ο και δεδεμαι

    4:4 ινα φανερωσω αυτο ως δει με λαλησαι

    4:5 εν σοφια περιπατειτε προς τους εξω τον καιρον εξαγοραζομενοι

    4:6 ο λογος υμων παντοτε εν χαριτι αλατι ηρτυμενος ειδεναι πως δει υμας ενι εκαστω αποκρινεσθαι

    4:7 τα κατ εμε παντα γνωρισει υμιν τυχικος ο αγαπητος αδελφος και πιστος διακονος και συνδουλος εν κυριω

    4:8 ον επεμψα προς υμας εις αυτο τουτο ινα γνω V-2AAS-1S τα περι υμων και παρακαλεση τας καρδιας υμων

    4:9 συν ονησιμω τω πιστω και αγαπητω αδελφω ος εστιν εξ υμων παντα υμιν γνωριουσιν τα ωδε

    4:10 ασπαζεται υμας αρισταρχος ο συναιχμαλωτος μου και μαρκος ο ανεψιος βαρναβα περι ου ελαβετε εντολας εαν ελθη προς υμας δεξασθε αυτον

    4:11 και ιησους ο λεγομενος ιουστος οι οντες εκ περιτομης ουτοι μονοι συνεργοι εις την βασιλειαν του θεου οιτινες εγενηθησαν μοι παρηγορια

    4:12 ασπαζεται υμας επαφρας ο εξ υμων δουλος χριστου παντοτε αγωνιζομενος υπερ υμων εν ταις προσευχαις ινα στητε τελειοι και πεπληρωμενοι εν παντι θεληματι του θεου

    4:13 μαρτυρω γαρ αυτω οτι εχει ζηλον πολυν υπερ υμων και των εν λαοδικεια και των εν ιεραπολει

    4:14 ασπαζεται υμας λουκας ο ιατρος ο αγαπητος και δημας

    4:15 ασπασασθε τους εν λαοδικεια αδελφους και νυμφαν και την κατ οικον αυτου εκκλησιαν

    4:16 και οταν αναγνωσθη παρ υμιν η επιστολη ποιησατε ινα και εν τη λαοδικεων εκκλησια αναγνωσθη και την εκ λαοδικειας ινα και υμεις αναγνωτε

    4:17 και ειπατε αρχιππω βλεπε την διακονιαν ην παρελαβες εν κυριω ινα αυτην πληροις

    4:18 ο ασπασμος τη εμη χειρι παυλου μνημονευετε μου των δεσμων η χαρις μεθ υμων αμην [προς κολασσαεις εγραφη απο ρωμης δια τυχικου και ονησιμου]

    GOTO NEXT CHAPTER - HEBREW & GREEK INDEX & SEARCH

    God Rules.NET
    Search 30+ volumes of books at one time. Nave's Topical Bible Search Engine. Easton's Bible Dictionary Search Engine. Systematic Theology Search Engine.