King James Bible Adam Clarke Bible Commentary Martin Luther's Writings Wesley's Sermons and Commentary Neurosemantics Audio / Video Bible Evolution Cruncher Creation Science Vincent New Testament Word Studies KJV Audio Bible Family videogames Christian author Godrules.NET Main Page Add to Favorites Godrules.NET Main Page




Bad Advertisement?

GodRules Store:

  • Bargains
  • New Releases
  • Best Sellers
  • Your Own Online Business

    News/Reviews:

  • World News
  • Movie Reviews
  • Book Search

    Are you a Christian?




  • GREEK AND HEBREW BIBLE - HEBREWS 11
    PREVIOUS CHAPTER - NEXT CHAPTER - HELP - FACEBOOK     



    11:1 εστιν δε πιστις ελπιζομενων υποστασις πραγματων ελεγχος ου βλεπομενων

    11:2 εν ταυτη γαρ εμαρτυρηθησαν οι πρεσβυτεροι

    11:3 πιστει νοουμεν κατηρτισθαι τους αιωνας ρηματι θεου εις το μη εκ φαινομενων τα βλεπομενα γεγονεναι

    11:4 πιστει πλειονα θυσιαν αβελ παρα καιν προσηνεγκεν τω θεω δι ης εμαρτυρηθη ειναι δικαιος μαρτυρουντος επι τοις δωροις αυτου του θεου και δι αυτης αποθανων ετι λαλειται λαλει

    11:5 πιστει ενωχ μετετεθη του μη ιδειν θανατον και ουχ ευρισκετο διοτι μετεθηκεν αυτον ο θεος προ γαρ της μεταθεσεως αυτου μεμαρτυρηται ευηρεστηκεναι τω θεω

    11:6 χωρις δε πιστεως αδυνατον ευαρεστησαι πιστευσαι γαρ δει τον προσερχομενον τω θεω οτι εστιν και τοις εκζητουσιν αυτον μισθαποδοτης γινεται

    11:7 πιστει χρηματισθεις νωε περι των μηδεπω βλεπομενων ευλαβηθεις κατεσκευασεν κιβωτον εις σωτηριαν του οικου αυτου δι ης κατεκρινεν τον κοσμον και της κατα πιστιν δικαιοσυνης εγενετο κληρονομος

    11:8 πιστει καλουμενος αβρααμ υπηκουσεν εξελθειν εις τον τοπον ον ημελλεν λαμβανειν εις κληρονομιαν και εξηλθεν μη επισταμενος που ερχεται

    11:9 πιστει παρωκησεν εις την γην της επαγγελιας ως αλλοτριαν εν σκηναις κατοικησας μετα ισαακ και ιακωβ των συγκληρονομων της επαγγελιας της αυτης

    11:10 εξεδεχετο γαρ την τους θεμελιους εχουσαν πολιν ης τεχνιτης και δημιουργος ο θεος

    11:11 πιστει και αυτη σαρρα δυναμιν εις καταβολην σπερματος ελαβεν και παρα καιρον ηλικιας ετεκεν επει πιστον ηγησατο τον επαγγειλαμενον

    11:12 διο και αφ ενος εγεννηθησαν και ταυτα νενεκρωμενου καθως τα αστρα του ουρανου τω πληθει και ωσει αμμος η παρα το χειλος της θαλασσης η αναριθμητος

    11:13 κατα πιστιν απεθανον ουτοι παντες μη λαβοντες τας επαγγελιας αλλα πορρωθεν αυτας ιδοντες και πεισθεντες και ασπασαμενοι και ομολογησαντες οτι ξενοι και παρεπιδημοι εισιν επι της γης

    11:14 οι γαρ τοιαυτα λεγοντες εμφανιζουσιν οτι πατριδα επιζητουσιν

    11:15 και ει μεν εκεινης εμνημονευον αφ ης εξηλθον ειχον αν καιρον ανακαμψαι

    11:16 νυνι δε κρειττονος ορεγονται τουτ εστιν επουρανιου διο ουκ επαισχυνεται αυτους ο θεος θεος επικαλεισθαι αυτων ητοιμασεν γαρ αυτοις πολιν

    11:17 πιστει προσενηνοχεν αβρααμ τον ισαακ πειραζομενος και τον μονογενη προσεφερεν ο τας επαγγελιας αναδεξαμενος

    11:18 προς ον ελαληθη οτι εν ισαακ κληθησεται σοι σπερμα

    11:19 λογισαμενος οτι και εκ νεκρων εγειρειν δυνατος ο θεος οθεν αυτον και εν παραβολη εκομισατο

    11:20 πιστει περι μελλοντων ευλογησεν ισαακ τον ιακωβ και τον ησαυ

    11:21 πιστει ιακωβ αποθνησκων εκαστον των υιων ιωσηφ ευλογησεν και προσεκυνησεν επι το ακρον της ραβδου αυτου

    11:22 πιστει ιωσηφ τελευτων περι της εξοδου των υιων ισραηλ εμνημονευσεν και περι των οστεων αυτου ενετειλατο

    11:23 πιστει μωσης γεννηθεις εκρυβη τριμηνον υπο των πατερων αυτου διοτι ειδον αστειον το παιδιον και ουκ εφοβηθησαν το διαταγμα του βασιλεως

    11:24 πιστει μωσης μεγας γενομενος ηρνησατο λεγεσθαι υιος θυγατρος φαραω

    11:25 μαλλον ελομενος συγκακουχεισθαι τω λαω του θεου η προσκαιρον εχειν αμαρτιας απολαυσιν

    11:26 μειζονα πλουτον ηγησαμενος των εν αιγυπτω θησαυρων τον ονειδισμον του χριστου απεβλεπεν γαρ εις την μισθαποδοσιαν

    11:27 πιστει κατελιπεν αιγυπτον μη φοβηθεις τον θυμον του βασιλεως τον γαρ αορατον ως ορων εκαρτερησεν

    11:28 πιστει πεποιηκεν το πασχα και την προσχυσιν του αιματος ινα μη ο ολοθρευων τα πρωτοτοκα θιγη αυτων

    11:29 πιστει διεβησαν την ερυθραν θαλασσαν ως δια ξηρας ης πειραν λαβοντες οι αιγυπτιοι κατεποθησαν

    11:30 πιστει τα τειχη ιεριχω επεσεν κυκλωθεντα επι επτα ημερας

    11:31 πιστει ρααβ η πορνη ου συναπωλετο τοις απειθησασιν δεξαμενη τους κατασκοπους μετ ειρηνης

    11:32 και τι ετι λεγω επιλειψει γαρ με διηγουμενον ο χρονος περι γεδεων βαρακ τε και σαμψων και ιεφθαε δαβιδ τε και σαμουηλ και των προφητων

    11:33 οι δια πιστεως κατηγωνισαντο βασιλειας ειργασαντο δικαιοσυνην επετυχον επαγγελιων εφραξαν στοματα λεοντων

    11:34 εσβεσαν δυναμιν πυρος εφυγον στοματα μαχαιρας ενεδυναμωθησαν απο ασθενειας εγενηθησαν ισχυροι εν πολεμω παρεμβολας εκλιναν αλλοτριων

    11:35 ελαβον γυναικες εξ αναστασεως τους νεκρους αυτων αλλοι δε ετυμπανισθησαν ου προσδεξαμενοι την απολυτρωσιν ινα κρειττονος αναστασεως τυχωσιν

    11:36 ετεροι δε εμπαιγμων και μαστιγων πειραν ελαβον ετι δε δεσμων και φυλακης

    11:37 ελιθασθησαν επρισθησαν επειρασθησαν εν φονω μαχαιρας απεθανον περιηλθον εν μηλωταις εν αιγειοις δερμασιν υστερουμενοι θλιβομενοι κακουχουμενοι

    11:38 ων ουκ ην αξιος ο κοσμος εν ερημιαις πλανωμενοι και ορεσιν και σπηλαιοις και ταις οπαις της γης

    11:39 και ουτοι παντες μαρτυρηθεντες δια της πιστεως ουκ εκομισαντο την επαγγελιαν

    11:40 του θεου περι ημων κρειττον τι προβλεψαμενου ινα μη χωρις ημων τελειωθωσιν

    GOTO NEXT CHAPTER - HEBREW & GREEK INDEX & SEARCH

    God Rules.NET
    Search 30+ volumes of books at one time. Nave's Topical Bible Search Engine. Easton's Bible Dictionary Search Engine. Systematic Theology Search Engine.