King James Bible Adam Clarke Bible Commentary Martin Luther's Writings Wesley's Sermons and Commentary Neurosemantics Audio / Video Bible Evolution Cruncher Creation Science Vincent New Testament Word Studies KJV Audio Bible Family videogames Christian author Godrules.NET Main Page Add to Favorites Godrules.NET Main Page




Bad Advertisement?

GodRules Store:

  • Bargains
  • New Releases
  • Best Sellers
  • Your Own Online Business

    News/Reviews:

  • World News
  • Movie Reviews
  • Book Search

    Are you a Christian?




  • GREEK AND HEBREW BIBLE - 1 TIMOTHY 6
    PREVIOUS CHAPTER - NEXT CHAPTER - HELP - FACEBOOK - GR FORUMS - GODRULES ON YOUTUBE    


    6:1 οσοι εισιν υπο ζυγον δουλοι τους ιδιους δεσποτας πασης τιμης αξιους ηγεισθωσαν ινα μη το ονομα του θεου και η διδασκαλια βλασφημηται

    6:2 οι δε πιστους εχοντες δεσποτας μη καταφρονειτωσαν οτι αδελφοι εισιν αλλα μαλλον δουλευετωσαν οτι πιστοι εισιν και αγαπητοι οι της ευεργεσιας αντιλαμβανομενοι ταυτα διδασκε και παρακαλει

    6:3 ει τις ετεροδιδασκαλει και μη προσερχεται υγιαινουσιν λογοις τοις του κυριου ημων ιησου χριστου και τη κατ ευσεβειαν διδασκαλια

    6:4 τετυφωται μηδεν επισταμενος αλλα νοσων περι ζητησεις και λογομαχιας εξ ων γινεται φθονος ερις βλασφημιαι υπονοιαι πονηραι

    6:5 παραδιατριβαι διεφθαρμενων ανθρωπων τον νουν και απεστερημενων της αληθειας νομιζοντων πορισμον ειναι την ευσεβειαν αφιστασο απο των τοιουτων

    6:6 εστιν δε πορισμος μεγας η ευσεβεια μετα αυταρκειας

    6:7 ουδεν γαρ εισηνεγκαμεν εις τον κοσμον δηλον οτι ουδε εξενεγκειν τι δυναμεθα

    6:8 εχοντες δε διατροφας και σκεπασματα τουτοις αρκεσθησομεθα

    6:9 οι δε βουλομενοι πλουτειν εμπιπτουσιν εις πειρασμον και παγιδα και επιθυμιας πολλας ανοητους και βλαβερας αιτινες βυθιζουσιν τους ανθρωπους εις ολεθρον και απωλειαν

    6:10 ριζα γαρ παντων των κακων εστιν η φιλαργυρια ης τινες ορεγομενοι απεπλανηθησαν απο της πιστεως και εαυτους περιεπειραν οδυναις πολλαις

    6:11 συ δε ω ανθρωπε του θεου ταυτα φευγε διωκε δε δικαιοσυνην ευσεβειαν πιστιν αγαπην υπομονην πραοτητα

    6:12 αγωνιζου τον καλον αγωνα της πιστεως επιλαβου της αιωνιου ζωης εις ην και εκληθης και ωμολογησας την καλην ομολογιαν ενωπιον πολλων μαρτυρων

    6:13 παραγγελλω σοι ενωπιον του θεου του ζωοποιουντος τα παντα και χριστου ιησου του μαρτυρησαντος επι ποντιου πιλατου την καλην ομολογιαν

    6:14 τηρησαι σε την εντολην ασπιλον ανεπιληπτον μεχρι της επιφανειας του κυριου ημων ιησου χριστου

    6:15 ην καιροις ιδιοις δειξει ο μακαριος και μονος δυναστης ο βασιλευς των βασιλευοντων και κυριος των κυριευοντων

    6:16 ο μονος εχων αθανασιαν φως οικων απροσιτον ον ειδεν ουδεις ανθρωπων ουδε ιδειν δυναται ω τιμη και κρατος αιωνιον αμην

    6:17 τοις πλουσιοις εν τω νυν αιωνι παραγγελλε μη υψηλοφρονειν μηδε ηλπικεναι επι πλουτου αδηλοτητι αλλ εν τω θεω τω ζωντι τω παρεχοντι ημιν πλουσιως παντα εις απολαυσιν

    6:18 αγαθοεργειν πλουτειν εν εργοις καλοις ευμεταδοτους ειναι κοινωνικους

    6:19 αποθησαυριζοντας εαυτοις θεμελιον καλον εις το μελλον ινα επιλαβωνται της αιωνιου ζωης

    6:20 ω τιμοθεε την παρακαταθηκην φυλαξον εκτρεπομενος τας βεβηλους κενοφωνιας και αντιθεσεις της ψευδωνυμου γνωσεως

    6:21 ην τινες επαγγελλομενοι περι την πιστιν ηστοχησαν η χαρις μετα σου αμην [προς τιμοθεον πρωτη εγραφη απο λαοδικειας ητις εστιν μητροπολις φρυγιας της πακατιανης]

    GOTO NEXT CHAPTER - HEBREW & GREEK INDEX & SEARCH

    God Rules.NET
    Search 30+ volumes of books at one time. Nave's Topical Bible Search Engine. Easton's Bible Dictionary Search Engine. Systematic Theology Search Engine.