King James Bible Adam Clarke Bible Commentary Martin Luther's Writings Wesley's Sermons and Commentary Neurosemantics Audio / Video Bible Evolution Cruncher Creation Science Vincent New Testament Word Studies KJV Audio Bible Family videogames Christian author Godrules.NET Main Page Add to Favorites Godrules.NET Main Page




Bad Advertisement?

GodRules Store:

  • Bargains
  • New Releases
  • Best Sellers
  • Your Own Online Business

    News/Reviews:

  • World News
  • Movie Reviews
  • Book Search

    Are you a Christian?




  • GREEK AND HEBREW BIBLE - REVELATION 9
    PREVIOUS CHAPTER - NEXT CHAPTER - HELP - FACEBOOK - GR FORUMS - GODRULES ON YOUTUBE    


    9:1 και ο πεμπτος αγγελος εσαλπισεν και ειδον αστερα εκ του ουρανου πεπτωκοτα εις την γην και εδοθη αυτω η κλεις του φρεατος της αβυσσου

    9:2 και ηνοιξεν το φρεαρ της αβυσσου και ανεβη καπνος εκ του φρεατος ως καπνος καμινου μεγαλης και εσκοτισθη ο ηλιος και ο αηρ εκ του καπνου του φρεατος

    9:3 και εκ του καπνου εξηλθον ακριδες εις την γην και εδοθη αυταις εξουσια ως εχουσιν εξουσιαν οι σκορπιοι της γης

    9:4 και ερρεθη αυταις ινα μη αδικησωσιν τον χορτον της γης ουδε παν χλωρον ουδε παν δενδρον ει μη τους ανθρωπους μονους οιτινες ουκ εχουσιν την σφραγιδα του θεου επι των μετωπων αυτων

    9:5 και εδοθη αυταις ινα μη αποκτεινωσιν αυτους αλλ ινα βασανισθωσιν μηνας πεντε και ο βασανισμος αυτων ως βασανισμος σκορπιου οταν παιση ανθρωπον

    9:6 και εν ταις ημεραις εκειναις ζητησουσιν οι ανθρωποι τον θανατον και ουχ ευρησουσιν αυτον και επιθυμησουσιν αποθανειν και φευξεται ο θανατος απ αυτων

    9:7 και τα ομοιωματα των ακριδων ομοια ιπποις ητοιμασμενοις εις πολεμον και επι τας κεφαλας αυτων ως στεφανοι ομοιοι χρυσω και τα προσωπα αυτων ως προσωπα ανθρωπων

    9:8 και ειχον τριχας ως τριχας γυναικων και οι οδοντες αυτων ως λεοντων ησαν

    9:9 και ειχον θωρακας ως θωρακας σιδηρους και η φωνη των πτερυγων αυτων ως φωνη αρματων ιππων πολλων τρεχοντων εις πολεμον

    9:10 και εχουσιν ουρας ομοιας σκορπιοις και κεντρα ην εν ταις ουραις αυτων και η εξουσια αυτων αδικησαι τους ανθρωπους μηνας πεντε

    9:11 και εχουσιν εφ αυτων επ αυτων βασιλεα τον αγγελον της αβυσσου ονομα αυτω εβραιστι αβαδδων και εν τη ελληνικη ονομα εχει απολλυων

    9:12 η ουαι η μια απηλθεν ιδου ερχονται ετι δυο ουαι μετα ταυτα

    9:13 και ο εκτος αγγελος εσαλπισεν και ηκουσα φωνην μιαν εκ των τεσσαρων κερατων του θυσιαστηριου του χρυσου του ενωπιον του θεου

    9:14 λεγουσαν τω εκτω αγγελω ος ειχε την σαλπιγγα λυσον τους τεσσαρας αγγελους τους δεδεμενους επι τω ποταμω τω μεγαλω ευφρατη

    9:15 και ελυθησαν οι τεσσαρες αγγελοι οι ητοιμασμενοι εις την ωραν και ημεραν και μηνα και ενιαυτον ινα αποκτεινωσιν το τριτον των ανθρωπων

    9:16 και ο αριθμος στρατευματων του ιππικου δυο μυριαδες μυριαδων και ηκουσα τον αριθμον αυτων

    9:17 και ουτως ειδον τους ιππους εν τη ορασει και τους καθημενους επ αυτων εχοντας θωρακας πυρινους και υακινθινους και θειωδεις και αι κεφαλαι των ιππων ως κεφαλαι λεοντων και εκ των στοματων αυτων εκπορευεται πυρ και καπνος και θειον

    9:18 υπο των τριων τουτων απεκτανθησαν το τριτον των ανθρωπων εκ του πυρος και εκ του καπνου και εκ του θειου του εκπορευομενου εκ των στοματων αυτων

    9:19 {VAR1: αι γαρ εξουσιαι η γαρ εξουσια αυτων εν τω στοματι αυτων εισιν εστιν και εν ταις ουραις αυτων αι γαρ ουραι αυτων ομοιαι οφεσιν εχουσαι κεφαλας και εν αυταις αδικουσιν

    9:20 και οι λοιποι των ανθρωπων οι ουκ απεκτανθησαν εν ταις πληγαις ταυταις ουτε ου μετενοησαν εκ των εργων των χειρων αυτων ινα μη προσκυνησωσιν τα δαιμονια και ειδωλα τα χρυσα και τα αργυρα και τα χαλκα και τα λιθινα και τα ξυλινα α ουτε βλεπειν δυναται ουτε ακουειν ουτε περιπατειν

    9:21 και ου μετενοησαν εκ των φονων αυτων ουτε εκ των φαρμακειων αυτων ουτε εκ της πορνειας αυτων ουτε εκ των κλεμματων αυτων

    GOTO NEXT CHAPTER - HEBREW & GREEK INDEX & SEARCH

    God Rules.NET
    Search 30+ volumes of books at one time. Nave's Topical Bible Search Engine. Easton's Bible Dictionary Search Engine. Systematic Theology Search Engine.