King James Bible Adam Clarke Bible Commentary Martin Luther's Writings Wesley's Sermons and Commentary Neurosemantics Audio / Video Bible Evolution Cruncher Creation Science Vincent New Testament Word Studies KJV Audio Bible Family videogames Christian author Godrules.NET Main Page Add to Favorites Godrules.NET Main Page




Bad Advertisement?

GodRules Store:

  • Bargains
  • New Releases
  • Best Sellers
  • Your Own Online Business

    News/Reviews:

  • World News
  • Movie Reviews
  • Book Search

    Are you a Christian?




  • GREEK AND HEBREW BIBLE - 2 TIMOTHY 4
    PREVIOUS CHAPTER - NEXT CHAPTER - HELP - FACEBOOK - GR FORUMS - GODRULES ON YOUTUBE    


    4:1 διαμαρτυρομαι ουν εγω ενωπιον του θεου και του κυριου ιησου χριστου του μελλοντος κρινειν ζωντας και νεκρους κατα την επιφανειαν αυτου και την βασιλειαν αυτου

    4:2 κηρυξον τον λογον επιστηθι ευκαιρως ακαιρως ελεγξον επιτιμησον παρακαλεσον εν παση μακροθυμια και διδαχη

    4:3 εσται γαρ καιρος οτε της υγιαινουσης διδασκαλιας ουκ ανεξονται αλλα κατα τας επιθυμιας τας ιδιας εαυτοις επισωρευσουσιν διδασκαλους κνηθομενοι την ακοην

    4:4 και απο μεν της αληθειας την ακοην αποστρεψουσιν επι δε τους μυθους εκτραπησονται

    4:5 συ δε νηφε εν πασιν κακοπαθησον εργον ποιησον ευαγγελιστου την διακονιαν σου πληροφορησον

    4:6 εγω γαρ ηδη σπενδομαι και ο καιρος της εμης αναλυσεως εφεστηκεν

    4:7 τον αγωνα τον καλον ηγωνισμαι τον δρομον τετελεκα την πιστιν τετηρηκα

    4:8 λοιπον αποκειται μοι ο της δικαιοσυνης στεφανος ον αποδωσει μοι ο κυριος εν εκεινη τη ημερα ο δικαιος κριτης ου μονον δε εμοι αλλα και πασιν τοις ηγαπηκοσιν την επιφανειαν αυτου

    4:9 σπουδασον ελθειν προς με ταχεως

    4:10 δημας γαρ με εγκατελιπεν αγαπησας τον νυν αιωνα και επορευθη εις θεσσαλονικην κρησκης εις γαλατιαν τιτος εις δαλματιαν

    4:11 λουκας εστιν μονος μετ εμου μαρκον αναλαβων αγε μετα σεαυτου εστιν γαρ μοι ευχρηστος εις διακονιαν

    4:12 τυχικον δε απεστειλα εις εφεσον

    4:13 τον φαιλονην φελονην ον απελιπον εν τρωαδι παρα καρπω ερχομενος φερε και τα βιβλια μαλιστα τας μεμβρανας

    4:14 αλεξανδρος ο χαλκευς πολλα μοι κακα ενεδειξατο αποδωη αυτω ο κυριος κατα τα εργα αυτου

    4:15 ον και συ φυλασσου λιαν γαρ ανθεστηκεν τοις ημετεροις λογοις

    4:16 εν τη πρωτη μου απολογια ουδεις μοι συμπαρεγενετο αλλα παντες με εγκατελιπον μη αυτοις λογισθειη

    4:17 ο δε κυριος μοι παρεστη και ενεδυναμωσεν με ινα δι εμου το κηρυγμα πληροφορηθη και ακουση παντα τα εθνη και ερρυσθην εκ στοματος λεοντος

    4:18 και ρυσεται με ο κυριος απο παντος εργου πονηρου και σωσει εις την βασιλειαν αυτου την επουρανιον ω η δοξα εις τους αιωνας των αιωνων αμην

    4:19 ασπασαι πρισκαν και ακυλαν και τον ονησιφορου οικον

    4:20 εραστος εμεινεν εν κορινθω τροφιμον δε απελιπον εν μιλητω ασθενουντα

    4:21 σπουδασον προ χειμωνος ελθειν ασπαζεται σε ευβουλος και πουδης και λινος και κλαυδια και οι αδελφοι παντες

    4:22 ο κυριος ιησους χριστος μετα του πνευματος σου η χαρις μεθ υμων αμην [προς τιμοθεον δευτερα της εφεσιων εκκλησιας πρωτον επισκοπον χειροτονηθεντα εγραφη απο ρωμης οτε εκ δευτερου παρεστη παυλος τω καισαρι νερωνι]

    GOTO NEXT CHAPTER - HEBREW & GREEK INDEX & SEARCH

    God Rules.NET
    Search 30+ volumes of books at one time. Nave's Topical Bible Search Engine. Easton's Bible Dictionary Search Engine. Systematic Theology Search Engine.