Bad Advertisement?

News / Reviews:
  • World News
  • Movie Reviews
  • Book Search

    Are you a Christian?

    Online Store:
  • Visit Our eBay Store



  • GREEK AND HEBREW BIBLE - 2 TIMOTHY 2
    PREVIOUS CHAPTER - NEXT CHAPTER - FONTS - HELP
        


    2:1 συ ουν τεκνον μου ενδυναμου εν τη χαριτι τη εν χριστω ιησου

    2:2 και α ηκουσας παρ εμου δια πολλων μαρτυρων ταυτα παραθου πιστοις ανθρωποις οιτινες ικανοι εσονται και ετερους διδαξαι

    2:3 συ ουν κακοπαθησον ως καλος στρατιωτης ιησου χριστου

    2:4 ουδεις στρατευομενος εμπλεκεται ταις του βιου πραγματειαις ινα τω στρατολογησαντι αρεση

    2:5 εαν δε και αθλη τις ου στεφανουται εαν μη νομιμως αθληση

    2:6 τον κοπιωντα γεωργον δει πρωτον ADV των καρπων μεταλαμβανειν

    2:7 νοει α λεγω δωη γαρ σοι ο κυριος συνεσιν εν πασιν

    2:8 μνημονευε ιησουν χριστον εγηγερμενον εκ νεκρων εκ σπερματος δαβιδ κατα το ευαγγελιον μου

    2:9 εν ω κακοπαθω μεχρι δεσμων ως κακουργος αλλ ο λογος του θεου ου δεδεται

    2:10 δια τουτο παντα υπομενω δια τους εκλεκτους ινα και αυτοι σωτηριας τυχωσιν της εν χριστω ιησου μετα δοξης αιωνιου

    2:11 πιστος ο λογος ει γαρ συναπεθανομεν και συζησομεν

    2:12 ει υπομενομεν και συμβασιλευσομεν ει αρνουμεθα κακεινος αρνησεται ημας

    2:13 ει απιστουμεν εκεινος πιστος μενει αρνησασθαι εαυτον ου δυναται

    2:14 ταυτα υπομιμνησκε διαμαρτυρομενος ενωπιον του κυριου μη λογομαχειν εις ουδεν χρησιμον επι καταστροφη των ακουοντων

    2:15 σπουδασον σεαυτον δοκιμον παραστησαι τω θεω εργατην ανεπαισχυντον ορθοτομουντα τον λογον της αληθειας

    2:16 τας δε βεβηλους κενοφωνιας περιιστασο επι πλειον γαρ προκοψουσιν ασεβειας

    2:17 και ο λογος αυτων ως γαγγραινα νομην εξει ων εστιν υμεναιος και φιλητος

    2:18 οιτινες περι την αληθειαν ηστοχησαν λεγοντες την αναστασιν ηδη γεγονεναι και ανατρεπουσιν την τινων πιστιν

    2:19 ο μεντοι στερεος θεμελιος του θεου εστηκεν V-IAI-3S εχων την σφραγιδα ταυτην εγνω κυριος τους οντας αυτου και αποστητω απο αδικιας πας ο ονομαζων το ονομα χριστου

    2:20 εν μεγαλη δε οικια ουκ εστιν μονον σκευη χρυσα και αργυρα αλλα και ξυλινα και οστρακινα και α μεν εις τιμην α δε εις ατιμιαν

    2:21 εαν ουν τις εκκαθαρη εαυτον απο τουτων εσται σκευος εις τιμην ηγιασμενον και ευχρηστον τω δεσποτη εις παν εργον αγαθον ητοιμασμενον

    2:22 τας δε νεωτερικας επιθυμιας φευγε διωκε δε δικαιοσυνην πιστιν αγαπην ειρηνην μετα των επικαλουμενων τον κυριον εκ καθαρας καρδιας

    2:23 τας δε μωρας και απαιδευτους ζητησεις παραιτου ειδως οτι γεννωσιν μαχας

    2:24 δουλον δε κυριου ου δει μαχεσθαι αλλ ηπιον ειναι προς παντας διδακτικον ανεξικακον

    2:25 εν πραοτητι παιδευοντα τους αντιδιατιθεμενους μηποτε δω αυτοις ο θεος μετανοιαν εις επιγνωσιν αληθειας

    2:26 και ανανηψωσιν εκ της του διαβολου παγιδος εζωγρημενοι υπ αυτου εις το εκεινου θελημα

    NEXT CHAPTER - INDEX AND SEARCH

    God Rules.NET
     100 +     .