King James Bible Adam Clarke Bible Commentary Martin Luther's Writings Wesley's Sermons and Commentary Neurosemantics Audio / Video Bible Evolution Cruncher Creation Science Vincent New Testament Word Studies KJV Audio Bible Family videogames Christian author Godrules.NET Main Page Add to Favorites Godrules.NET Main Page




Bad Advertisement?

GodRules Store:

  • Bargains
  • New Releases
  • Best Sellers
  • Your Own Online Business

    News/Reviews:

  • World News
  • Movie Reviews
  • Book Search

    Are you a Christian?




  • GREEK AND HEBREW BIBLE - HEBREWS 1
    PREVIOUS CHAPTER - NEXT CHAPTER - HELP - FACEBOOK - GR FORUMS - GODRULES ON YOUTUBE    


    1:1 πολυμερως και πολυτροπως παλαι ο θεος λαλησας τοις πατρασιν εν τοις προφηταις

    1:2 επ εσχατων των ημερων τουτων ελαλησεν ημιν εν υιω ον εθηκεν κληρονομον παντων δι ου και τους αιωνας εποιησεν

    1:3 ος ων απαυγασμα της δοξης και χαρακτηρ της υποστασεως αυτου φερων τε τα παντα τω ρηματι της δυναμεως αυτου δι εαυτου καθαρισμον ποιησαμενος των αμαρτιων ημων εκαθισεν εν δεξια της μεγαλωσυνης εν υψηλοις

    1:4 τοσουτω κρειττων γενομενος των αγγελων οσω διαφορωτερον παρ αυτους κεκληρονομηκεν ονομα

    1:5 τινι γαρ ειπεν ποτε των αγγελων υιος μου ει συ εγω σημερον γεγεννηκα σε και παλιν εγω εσομαι αυτω εις πατερα και αυτος εσται μοι εις υιον

    1:6 οταν δε παλιν εισαγαγη τον πρωτοτοκον εις την οικουμενην λεγει και προσκυνησατωσαν αυτω παντες αγγελοι θεου

    1:7 και προς μεν τους αγγελους λεγει ο ποιων τους αγγελους αυτου πνευματα και τους λειτουργους αυτου πυρος φλογα

    1:8 προς δε τον υιον ο θρονος σου ο θεος εις τον αιωνα του αιωνος ραβδος ευθυτητος η ραβδος της βασιλειας σου

    1:9 ηγαπησας δικαιοσυνην και εμισησας ανομιαν δια τουτο εχρισεν σε ο θεος ο θεος σου ελαιον αγαλλιασεως παρα τους μετοχους σου

    1:10 και συ κατ αρχας κυριε την γην εθεμελιωσας και εργα των χειρων σου εισιν οι ουρανοι

    1:11 αυτοι απολουνται συ δε διαμενεις και παντες ως ιματιον παλαιωθησονται

    1:12 και ωσει περιβολαιον ελιξεις αυτους και αλλαγησονται συ δε ο αυτος ει και τα ετη σου ουκ εκλειψουσιν

    1:13 προς τινα δε των αγγελων ειρηκεν ποτε καθου εκ δεξιων μου εως αν θω τους εχθρους σου υποποδιον των ποδων σου

    1:14 ουχι παντες εισιν λειτουργικα πνευματα εις διακονιαν αποστελλομενα δια τους μελλοντας κληρονομειν σωτηριαν

    GOTO NEXT CHAPTER - HEBREW & GREEK INDEX & SEARCH

    God Rules.NET
    Search 30+ volumes of books at one time. Nave's Topical Bible Search Engine. Easton's Bible Dictionary Search Engine. Systematic Theology Search Engine.