King James Bible Adam Clarke Bible Commentary Martin Luther's Writings Wesley's Sermons and Commentary Neurosemantics Audio / Video Bible Evolution Cruncher Creation Science Vincent New Testament Word Studies KJV Audio Bible Family videogames Christian author Godrules.NET Main Page Add to Favorites Godrules.NET Main Page




Bad Advertisement?

GodRules Store:

  • Bargains
  • New Releases
  • Best Sellers
  • Your Own Online Business

    News/Reviews:

  • World News
  • Movie Reviews
  • Book Search

    Are you a Christian?




  • GREEK AND HEBREW BIBLE - MATTHEW 17
    PREVIOUS CHAPTER - NEXT CHAPTER - HELP - FACEBOOK - GR FORUMS - GODRULES ON YOUTUBE    


    17:1 και μεθ ημερας εξ παραλαμβανει ο ιησους τον πετρον και ιακωβον και ιωαννην τον αδελφον αυτου και αναφερει αυτους εις ορος υψηλον κατ ιδιαν

    17:2 και μετεμορφωθη εμπροσθεν αυτων και ελαμψεν το προσωπον αυτου ως ο ηλιος τα δε ιματια αυτου εγενετο λευκα ως το φως

    17:3 και ιδου ωφθησαν αυτοις μωσης και ηλιας μετ αυτου συλλαλουντες

    17:4 αποκριθεις δε ο πετρος ειπεν τω ιησου κυριε καλον εστιν ημας ωδε ειναι ει θελεις ποιησωμεν ωδε τρεις σκηνας σοι μιαν και μωση μιαν και μιαν ηλια

    17:5 ετι αυτου λαλουντος ιδου νεφελη φωτεινη επεσκιασεν αυτους και ιδου φωνη εκ της νεφελης λεγουσα ουτος εστιν ο υιος μου ο αγαπητος εν ω ευδοκησα αυτου ακουετε

    17:6 και ακουσαντες οι μαθηται επεσον επι προσωπον αυτων και εφοβηθησαν σφοδρα

    17:7 και προσελθων ο ιησους ηψατο αυτων και ειπεν εγερθητε και μη φοβεισθε

    17:8 επαραντες δε τους οφθαλμους αυτων ουδενα ειδον ει μη τον ιησουν μονον A-ASM

    17:9 και καταβαινοντων αυτων απο του ορους ενετειλατο αυτοις ο ιησους λεγων μηδενι ειπητε το οραμα εως ου ο υιος του ανθρωπου εκ νεκρων αναστη

    17:10 και επηρωτησαν αυτον οι μαθηται αυτου λεγοντες τι ουν οι γραμματεις λεγουσιν οτι ηλιαν δει ελθειν πρωτον

    17:11 ο δε ιησους αποκριθεις ειπεν αυτοις ηλιας μεν ερχεται πρωτον και αποκαταστησει παντα

    17:12 λεγω δε υμιν οτι ηλιας ηδη ηλθεν και ουκ επεγνωσαν αυτον αλλ εποιησαν εν αυτω οσα ηθελησαν ουτως και ο υιος του ανθρωπου μελλει πασχειν υπ αυτων

    17:13 τοτε συνηκαν οι μαθηται οτι περι ιωαννου του βαπτιστου ειπεν αυτοις

    17:14 και ελθοντων αυτων προς τον οχλον προσηλθεν αυτω ανθρωπος γονυπετων αυτω

    17:15 και λεγων κυριε ελεησον μου τον υιον οτι σεληνιαζεται και κακως πασχει πολλακις γαρ πιπτει εις το πυρ και πολλακις εις το υδωρ

    17:16 και προσηνεγκα αυτον τοις μαθηταις σου και ουκ ηδυνηθησαν αυτον θεραπευσαι

    17:17 αποκριθεις δε ο ιησους ειπεν ω γενεα απιστος και διεστραμμενη εως ποτε εσομαι μεθ υμων εως ποτε ανεξομαι υμων φερετε μοι αυτον ωδε

    17:18 και επετιμησεν αυτω ο ιησους και εξηλθεν απ αυτου το δαιμονιον και εθεραπευθη ο παις απο της ωρας εκεινης

    17:19 τοτε προσελθοντες οι μαθηται τω ιησου κατ ιδιαν ειπον δια τι ημεις ουκ ηδυνηθημεν εκβαλειν αυτο

    17:20 ο δε ιησους ειπεν αυτοις δια την απιστιαν υμων αμην γαρ λεγω υμιν εαν εχητε πιστιν ως κοκκον σιναπεως ερειτε τω ορει τουτω μεταβηθι εντευθεν εκει και μεταβησεται και ουδεν αδυνατησει υμιν

    17:21 τουτο δε το γενος ουκ εκπορευεται ει μη εν προσευχη και νηστεια

    17:22 αναστρεφομενων δε αυτων εν τη γαλιλαια ειπεν αυτοις ο ιησους μελλει ο υιος του ανθρωπου παραδιδοσθαι εις χειρας ανθρωπων

    17:23 και αποκτενουσιν αυτον και τη τριτη ημερα εγερθησεται και ελυπηθησαν σφοδρα

    17:24 ελθοντων δε αυτων εις καπερναουμ προσηλθον οι τα διδραχμα λαμβανοντες τω πετρω και ειπον ο διδασκαλος υμων ου τελει τα διδραχμα

    17:25 λεγει ναι και οτε εισηλθεν εις την οικιαν προεφθασεν αυτον ο ιησους λεγων τι σοι δοκει σιμων οι βασιλεις της γης απο τινων λαμβανουσιν τελη η κηνσον απο των υιων αυτων η απο των αλλοτριων

    17:26 λεγει αυτω ο πετρος απο των αλλοτριων εφη αυτω ο ιησους αραγε ελευθεροι εισιν οι υιοι

    17:27 ινα δε μη σκανδαλισωμεν αυτους πορευθεις εις την θαλασσαν βαλε αγκιστρον και τον αναβαντα πρωτον ιχθυν αρον και ανοιξας το στομα αυτου ευρησεις στατηρα εκεινον λαβων δος αυτοις αντι εμου και σου

    GOTO NEXT CHAPTER - HEBREW & GREEK INDEX & SEARCH

    God Rules.NET
    Search 30+ volumes of books at one time. Nave's Topical Bible Search Engine. Easton's Bible Dictionary Search Engine. Systematic Theology Search Engine.