King James Bible Adam Clarke Bible Commentary Martin Luther's Writings Wesley's Sermons and Commentary Neurosemantics Audio / Video Bible Evolution Cruncher Creation Science Vincent New Testament Word Studies KJV Audio Bible Family videogames Christian author Godrules.NET Main Page Add to Favorites Godrules.NET Main Page




Bad Advertisement?

GodRules Store:

  • Bargains
  • New Releases
  • Best Sellers
  • Your Own Online Business

    News/Reviews:

  • World News
  • Movie Reviews
  • Book Search

    Are you a Christian?




  • GREEK AND HEBREW BIBLE - ACTS 3
    PREVIOUS CHAPTER - NEXT CHAPTER - HELP - FACEBOOK - GR FORUMS - GODRULES ON YOUTUBE    


    3:1 επι το αυτο δε πετρος και ιωαννης ανεβαινον εις το ιερον επι την ωραν της προσευχης την εννατην

    3:2 και τις ανηρ χωλος εκ κοιλιας μητρος αυτου υπαρχων εβασταζετο ον ετιθουν καθ ημεραν προς την θυραν του ιερου την λεγομενην ωραιαν του αιτειν ελεημοσυνην παρα των εισπορευομενων εις το ιερον

    3:3 ος ιδων πετρον και ιωαννην μελλοντας εισιεναι εις το ιερον ηρωτα ελεημοσυνην λαβειν

    3:4 ατενισας δε πετρος εις αυτον συν τω ιωαννη ειπεν βλεψον εις ημας

    3:5 ο δε επειχεν αυτοις προσδοκων τι παρ αυτων λαβειν

    3:6 ειπεν δε πετρος αργυριον και χρυσιον ουχ υπαρχει μοι ο δε εχω τουτο σοι διδωμι εν τω ονοματι ιησου χριστου του ναζωραιου εγειραι και περιπατει

    3:7 και πιασας αυτον της δεξιας χειρος ηγειρεν παραχρημα δε εστερεωθησαν αυτου αι βασεις και τα σφυρα

    3:8 και εξαλλομενος εστη και περιεπατει και εισηλθεν συν αυτοις εις το ιερον περιπατων και αλλομενος και αινων τον θεον

    3:9 και ειδεν αυτον πας ο λαος περιπατουντα και αινουντα τον θεον

    3:10 επεγινωσκον τε αυτον οτι ουτος ην ο προς την ελεημοσυνην καθημενος επι τη ωραια πυλη του ιερου και επλησθησαν θαμβους και εκστασεως επι τω συμβεβηκοτι αυτω

    3:11 κρατουντος δε του ιαθεντος χωλου τον πετρον και ιωαννην συνεδραμεν προς αυτους πας ο λαος επι τη στοα τη καλουμενη σολομωντος εκθαμβοι

    3:12 ιδων δε πετρος απεκρινατο προς τον λαον ανδρες ισραηλιται τι θαυμαζετε επι τουτω η ημιν τι ατενιζετε ως ιδια δυναμει η ευσεβεια πεποιηκοσιν του περιπατειν αυτον

    3:13 ο θεος αβρααμ και ισαακ και ιακωβ ο θεος των πατερων ημων εδοξασεν τον παιδα αυτου ιησουν ον υμεις παρεδωκατε και ηρνησασθε αυτον κατα προσωπον πιλατου κριναντος εκεινου απολυειν

    3:14 υμεις δε τον αγιον και δικαιον ηρνησασθε και ητησασθε ανδρα φονεα χαρισθηναι υμιν

    3:15 τον δε αρχηγον της ζωης απεκτεινατε ον ο θεος ηγειρεν εκ νεκρων ου SM ημεις μαρτυρες εσμεν

    3:16 και επι τη πιστει του ονοματος αυτου τουτον ον θεωρειτε και οιδατε εστερεωσεν το ονομα αυτου και η πιστις η δι αυτου εδωκεν αυτω την ολοκληριαν ταυτην απεναντι παντων υμων

    3:17 και νυν αδελφοι οιδα οτι κατα αγνοιαν επραξατε ωσπερ και οι αρχοντες υμων

    3:18 ο δε θεος α προκατηγγειλεν δια στοματος παντων των προφητων αυτου παθειν τον χριστον επληρωσεν ουτως

    3:19 μετανοησατε ουν και επιστρεψατε εις το εξαλειφθηναι υμων τας αμαρτιας οπως αν ελθωσιν καιροι αναψυξεως απο προσωπου του κυριου

    3:20 και αποστειλη τον προκεκηρυγμενον υμιν ιησουν χριστον

    3:21 ον δει ουρανον μεν δεξασθαι αχρι χρονων αποκαταστασεως παντων ων ελαλησεν ο θεος δια στοματος παντων αγιων αυτου προφητων απ αιωνος

    3:22 μωσης μεν γαρ προς τους πατερας ειπεν οτι προφητην υμιν αναστησει κυριος ο θεος υμων εκ των αδελφων υμων ως εμε αυτου ακουσεσθε κατα παντα οσα αν λαληση προς υμας

    3:23 εσται δε πασα ψυχη ητις αν μη ακουση του προφητου εκεινου εξολοθρευθησεται εκ του λαου

    3:24 και παντες δε οι προφηται απο σαμουηλ και των καθεξης οσοι ελαλησαν και προκατηγγειλαν τας ημερας ταυτας

    3:25 υμεις εστε υιοι των προφητων και της διαθηκης ης διεθετο ο θεος προς τους πατερας ημων λεγων προς αβρααμ και τω σπερματι σου ενευλογηθησονται πασαι αι πατριαι της γης

    3:26 υμιν πρωτον ο θεος αναστησας τον παιδα αυτου ιησουν απεστειλεν αυτον ευλογουντα υμας εν τω αποστρεφειν εκαστον απο των πονηριων υμων

    GOTO NEXT CHAPTER - HEBREW & GREEK INDEX & SEARCH

    God Rules.NET
    Search 30+ volumes of books at one time. Nave's Topical Bible Search Engine. Easton's Bible Dictionary Search Engine. Systematic Theology Search Engine.