Bad Advertisement?

News / Reviews:
  • World News
  • Movie Reviews
  • Book Search

    Are you a Christian?

    Online Store:
  • Visit Our eBay Store



  • GREEK AND HEBREW BIBLE - 2 CORINTHIANS 8
    PREVIOUS CHAPTER - NEXT CHAPTER - FONTS - HELP
        


    8:1 γνωριζομεν δε υμιν αδελφοι την χαριν του θεου την δεδομενην εν ταις εκκλησιαις της μακεδονιας

    8:2 οτι εν πολλη δοκιμη θλιψεως η περισσεια της χαρας αυτων και η κατα βαθους πτωχεια αυτων επερισσευσεν εις τον πλουτον της απλοτητος αυτων

    8:3 οτι κατα δυναμιν μαρτυρω και υπερ δυναμιν αυθαιρετοι

    8:4 μετα πολλης παρακλησεως δεομενοι ημων την χαριν και την κοινωνιαν της διακονιας της εις τους αγιους δεξασθαι ημας

    8:5 και ου καθως ηλπισαμεν αλλ εαυτους εδωκαν πρωτον τω κυριω και ημιν δια θεληματος θεου

    8:6 εις το παρακαλεσαι ημας τιτον ινα καθως προενηρξατο ουτως και επιτελεση εις υμας και την χαριν ταυτην

    8:7 αλλ ωσπερ εν παντι περισσευετε πιστει και λογω και γνωσει και παση σπουδη και τη εξ υμων εν ημιν αγαπη ινα και εν ταυτη τη χαριτι περισσευητε

    8:8 ου κατ επιταγην λεγω αλλα δια της ετερων σπουδης και το της υμετερας αγαπης γνησιον δοκιμαζων

    8:9 γινωσκετε γαρ την χαριν του κυριου ημων ιησου χριστου οτι δι υμας επτωχευσεν πλουσιος ων ινα υμεις τη εκεινου πτωχεια πλουτησητε

    8:10 και γνωμην εν τουτω διδωμι τουτο γαρ υμιν συμφερει οιτινες ου μονον το ποιησαι αλλα και το θελειν προενηρξασθε απο περυσι

    8:11 νυνι δε και το ποιησαι επιτελεσατε οπως καθαπερ η προθυμια του θελειν ουτως και το επιτελεσαι εκ του εχειν

    8:12 ει γαρ η προθυμια προκειται καθο εαν εχη τις ευπροσδεκτος ου καθο ουκ εχει

    8:13 ου γαρ ινα αλλοις ανεσις υμιν δε θλιψις αλλ εξ ισοτητος εν τω νυν καιρω το υμων περισσευμα εις το εκεινων υστερημα

    8:14 ινα και το εκεινων περισσευμα γενηται εις το υμων υστερημα οπως γενηται ισοτης

    8:15 καθως γεγραπται ο το πολυ ουκ επλεονασεν και ο το ολιγον ουκ ηλαττονησεν

    8:16 χαρις δε τω θεω τω διδοντι την αυτην σπουδην υπερ υμων εν τη καρδια τιτου

    8:17 οτι την μεν παρακλησιν εδεξατο σπουδαιοτερος δε υπαρχων αυθαιρετος εξηλθεν προς υμας

    8:18 συνεπεμψαμεν δε μετ αυτου τον αδελφον ου ο επαινος εν τω ευαγγελιω δια πασων των εκκλησιων

    8:19 ου μονον δε αλλα και χειροτονηθεις υπο των εκκλησιων συνεκδημος ημων συν τη χαριτι ταυτη τη διακονουμενη υφ ημων προς την αυτου του κυριου δοξαν και προθυμιαν υμων

    8:20 στελλομενοι τουτο μη τις ημας μωμησηται εν τη αδροτητι ταυτη τη διακονουμενη υφ ημων

    8:21 προνοουμενοι καλα ου μονον ενωπιον κυριου αλλα και ενωπιον ανθρωπων

    8:22 συνεπεμψαμεν δε αυτοις τον αδελφον ημων ον εδοκιμασαμεν εν πολλοις πολλακις σπουδαιον οντα νυνι δε πολυ σπουδαιοτερον A-ASM-C πεποιθησει πολλη τη εις υμας

    8:23 ειτε υπερ τιτου κοινωνος εμος και εις υμας συνεργος ειτε αδελφοι ημων αποστολοι εκκλησιων δοξα χριστου

    8:24 την ουν ενδειξιν της αγαπης υμων και ημων καυχησεως υπερ υμων εις αυτους ενδειξασθε και εις προσωπον των εκκλησιων

    NEXT CHAPTER - INDEX AND SEARCH

    God Rules.NET
     100 +     .