Bad Advertisement?

News / Reviews:
  • World News
  • Movie Reviews
  • Book Search

    Are you a Christian?

    Online Store:
  • Visit Our eBay Store



  • GREEK AND HEBREW BIBLE - PHILIPPIANS 3
    PREVIOUS CHAPTER - NEXT CHAPTER - FONTS - HELP
        


    3:1 το λοιπον αδελφοι μου χαιρετε εν κυριω τα αυτα γραφειν υμιν εμοι μεν ουκ οκνηρον υμιν δε ασφαλες

    3:2 βλεπετε τους κυνας βλεπετε τους κακους εργατας βλεπετε την κατατομην

    3:3 ημεις γαρ εσμεν η περιτομη οι πνευματι θεω λατρευοντες και καυχωμενοι εν χριστω ιησου και ουκ εν σαρκι πεποιθοτες

    3:4 καιπερ εγω εχων πεποιθησιν και εν σαρκι ει τις δοκει αλλος πεποιθεναι εν σαρκι εγω μαλλον

    3:5 περιτομη N-NSF οκταημερος εκ γενους ισραηλ φυλης βενιαμιν εβραιος εξ εβραιων κατα νομον φαρισαιος

    3:6 κατα ζηλον διωκων την εκκλησιαν κατα δικαιοσυνην την εν νομω γενομενος αμεμπτος

    3:7 αλλ ατινα ην μοι κερδη ταυτα ηγημαι δια τον χριστον ζημιαν

    3:8 αλλα μενουνγε και ηγουμαι παντα ζημιαν ειναι δια το υπερεχον της γνωσεως χριστου ιησου του κυριου μου δι ον τα παντα εζημιωθην και ηγουμαι σκυβαλα ειναι ινα χριστον κερδησω

    3:9 και ευρεθω εν αυτω μη εχων εμην δικαιοσυνην την εκ νομου αλλα την δια πιστεως χριστου την εκ θεου δικαιοσυνην επι τη πιστει

    3:10 του γνωναι αυτον και την δυναμιν της αναστασεως αυτου και την κοινωνιαν των παθηματων αυτου συμμορφουμενος τω θανατω αυτου

    3:11 ει πως καταντησω εις την εξαναστασιν των νεκρων

    3:12 ουχ οτι ηδη ελαβον η ηδη τετελειωμαι διωκω δε ει και καταλαβω εφ ω και κατεληφθην υπο του χριστου ιησου

    3:13 αδελφοι εγω εμαυτον ου λογιζομαι κατειληφεναι εν δε τα μεν οπισω επιλανθανομενος τοις δε εμπροσθεν επεκτεινομενος

    3:14 κατα σκοπον διωκω επι το βραβειον της ανω κλησεως του θεου εν χριστω ιησου

    3:15 οσοι ουν τελειοι τουτο φρονωμεν και ει τι ετερως φρονειτε και τουτο ο θεος υμιν αποκαλυψει

    3:16 πλην εις ο εφθασαμεν τω αυτω στοιχειν κανονι το αυτο φρονειν

    3:17 συμμιμηται μου γινεσθε αδελφοι και σκοπειτε τους ουτως περιπατουντας καθως εχετε τυπον ημας

    3:18 πολλοι γαρ περιπατουσιν ους πολλακις ελεγον υμιν νυν δε και κλαιων λεγω τους εχθρους του σταυρου του χριστου

    3:19 ων το τελος απωλεια ων ο θεος η κοιλια και η δοξα εν τη αισχυνη αυτων οι τα επιγεια φρονουντες

    3:20 ημων γαρ το πολιτευμα εν ουρανοις υπαρχει εξ ου SM και σωτηρα απεκδεχομεθα κυριον ιησουν χριστον

    3:21 ος μετασχηματισει το σωμα της ταπεινωσεως ημων εις το γενεσθαι αυτο συμμορφον τω σωματι της δοξης αυτου κατα την ενεργειαν του δυνασθαι αυτον και υποταξαι εαυτω τα παντα

    NEXT CHAPTER - INDEX AND SEARCH

    God Rules.NET
     100 +     .